Ἱστορίαι Ἡροδότου 7.98

7.97

vocabulary

xxxxxx

help

Τῶν δὲ ἐπιπλεόντων μετά γε τοὺς στρατηγοὺς οἵδε ἦσαν ὀνομαστότατοι, Σιδώνιος Τετράμνηστος Ἀνύσου, καὶ Τύριος Ματτὴν Σιρώμου, καὶ Ἀράδιος Μέρβαλος Ἀγβάλου, καὶ Κίλιξ Συέννεσις Ὠρομέδοντος, καὶ Λύκιος Κυβερνίσκος Σίκα, καὶ Κύπριοι Γόργος τε Χέρσιος καὶ Τιμῶναξ Τιμαγόρεω, καὶ Καρῶν Ἱστιαῖός τε Τύμνεω καὶ Πίγρης Ὑσσελδώμου, καὶ Δαμασίθυμος Κανδαύλεω.

help | vocabulary | text | translation | developer

translation

7.99

xxxxxxx