Ἱστορίαι Ἡροδότου 8.138

8.137

vocabulary

xxxxxx

help

Οἳ μὲν δὴ ἀπήισαν, τῷ δὲ βασιλέι σημαίνει τις τῶν παρέδρων οἷόν τι χρῆμα ποιήσειε παῖς καὶ ὡς σὺν νόῳ κείνων νεώτατος λάβοι τὰ διδόμενα. δὲ ταῦτα ἀκούσας καὶ ὀξυνθεὶς πέμπει ἐπ᾽ αὐτοὺς ἱππέας ἀπολέοντας. ποταμὸς δὲ ἐστὶ ἐν τῇ χώρῃ ταύτῃ, τῷ θύουσι οἱ τούτων τῶν ἀνδρῶν ἀπ᾽ Ἄργεος ἀπόγονοι σωτῆρι· οὗτος, ἐπείτε διέβησαν οἱ Τημενίδαι, μέγας οὕτω ἐρρύη ὥστε τοὺς ἱππέας μὴ οἵους τε γενέσθαι διαβῆναι. οἳ δὲ ἀπικόμενοι ἐς ἄλλην γῆν τῆς Μακεδονίης οἴκησαν πέλας τῶν κήπων τῶν λεγομένων εἶναι Μίδεω τοῦ Γορδίεω, ἐν τοῖσι φύεται αὐτόματα ῥόδα, ἓν ἕκαστον ἔχον ἑξήκοντα φύλλα, ὀδμῇ τε ὑπερφέροντα τῶν ἄλλων. ἐν τούτοισι καὶ Σιληνὸς τοῖσι κήποισι ἥλω, ὡς λέγεται ὑπὸ Μακεδόνων. ὑπὲρ δὲ τῶν κήπων ὄρος κεῖται Βέρμιον οὔνομα, ἄβατον ὑπὸ χειμῶνος. ἐνθεῦτεν δὲ ὁρμώμενοι, ὡς ταύτην ἔσχον, κατεστρέφοντο καὶ τὴν ἄλλην Μακεδονίην.

help | vocabulary | text | translation | developer

translation

8.139

xxxxxxx