Ἱστορίαι Ἡροδότου 8.42

8.41

vocabulary

xxxxxx

help

Ἐπεὶ δὲ οἱ ἀπ᾽ Ἀρτεμισίου ἐς Σαλαμῖνα κατέσχον τὰς νέας, συνέρρεε καὶ λοιπὸς πυνθανόμενος τῶν Ἑλλήνων ναυτικὸς στρατὸς ἐκ Τροίζηνος· ἐς γὰρ Πώγωνα τὸν Τροιζηνίων λιμένα προείρητο συλλέγεσθαι. συνελέχθησάν τε δὴ πολλῷ πλεῦνες νέες ἐπ᾽ Ἀρτεμισίῳ ἐναυμάχεον καὶ ἀπὸ πολίων πλεύνων. ναύαρχος μέν νυν ἐπῆν ὡυτὸς ὅς περ ἐπ᾽ Ἀρτεμισίῳ, Εὐρυβιάδης Εὐρυκλείδεω ἀνὴρ Σπαρτιήτης, οὐ μέντοι γένεος τοῦ βασιληίου ἐών· νέας δὲ πολλῷ πλείστας τε καὶ ἄριστα πλεούσας παρείχοντο Ἀθηναῖοι.

help | vocabulary | text | translation | developer

translation

8.43

xxxxxxx