Ἱστορίαι Ἡροδότου 8.48

8.47

vocabulary

xxxxxx

help

Οἱ μέν νυν ἄλλοι τριήρεας παρεχόμενοι ἐστρατεύοντο, Μήλιοι δὲ καὶ Σίφνιοι καὶ Σερίφιοι πεντηκοντέρους· Μήλιοι μὲν γένος ἐόντες ἀπὸ Λακεδαίμονος δύο παρείχοντο, Σίφνιοι δὲ καὶ Σερίφιοι Ἴωνες ἐόντες ἀπ᾽ Ἀθηνέων μίαν ἑκάτεροι. ἀριθμὸς δὲ ἐγένετο πᾶς τῶν νεῶν, πάρεξ τῶν πεντηκοντέρων, τριηκόσιαι καὶ ἑβδομήκοντα καὶ ὀκτώ.

help | vocabulary | text | translation | developer

translation

8.49

xxxxxxx