Ἱστορίαι Ἡροδότου 9.115

9.114

vocabulary

xxxxxx

help

Ἐς δὲ τὴν Σηστὸν ταύτην, ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον, ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς. εἶχον δὲ ταύτην ἐπιχώριοι Αἰολέες, συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος.

help | vocabulary | text | translation | developer

translation

9.116

xxxxxxx