Ἱστορίαι Ἡροδότου 9.14

9.13

vocabulary

xxxxxx

help

Μαρδόνιος μὲν δὴ ὑπεξεχώρεε, ἤδη δὲ ἐν τῇ ὁδῷ ἐόντι αὐτῷ ἦλθε ἀγγελίη πρόδρομον ἄλλην στρατιὴν ἥκειν ἐς Μέγαρα, Λακεδαιμονίων χιλίους· πυθόμενος δὲ ταῦτα ἐβουλεύετο θέλων εἴ κως τούτους πρῶτον ἕλοι. ὑποστρέψας δὲ τὴν στρατιὴν ἦγε ἐπὶ τὰ Μέγαρα· δὲ ἵππος προελθοῦσα κατιππάσατο χώρην τὴν Μεγαρίδα. ἐς ταύτην δὴ ἑκαστάτω τῆς Εὐρώπης τὸ πρὸς ἡλίου δύνοντος Περσικὴ αὕτη στρατιὴ ἀπίκετο.

help | vocabulary | text | translation | developer

translation

9.15

xxxxxxx