τὰ κατὰ Λευκίππην καὶ Kλειτoφῶντα 2.37

2.36

vocabulary

xxxxxxxxxxxxxxxx

help

2.37

Ὑπολαβὼν οὖν ἐγὼ, «Καὶ μὴν οὐράνιονἔφην, «ἔοικε μᾶλλον εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται. ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον, τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμούμενον οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον. ἠράσθη μειρακίου Φρυγός, ἀνήγαγεν εἰς οὐρανὸν τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. διὰ γυναῖκά ποτε Ζεὺς ἐμυκήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν ἑαυτὸν ἄλλῃ γυναικί. οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥβη πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. ἐλεῶ δὲ αὐτοῦ τὴν ἁρπαγήν. ὄρνις ἐπ᾽ αὐτὸν κατέβη ὠμηστής, δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν ἐσταυρουμένῳ· καὶ τὸ θέαμά ἐστιν αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον. Σεμέλην δὲ εἰς οὐρανὸν ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ· καὶ μὴ θαυμάσῃς εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι᾽ αὐτὴν ἔκλεψεν Ζεὺς τρεῖς ὅλους ἡλίους. εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω πείρας. γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καί πως ἐγκείμενον περιβάλλει τὴν ἡδονήν. ἐνστίζει δὲ τοῖς χείλεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα βόσκεται καὶ δάκνει τὰ φιλήματα. ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ᾽ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται· αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων τὰ φιλήματα. πρὸς δὲ τὸ τέρμα τῆς Ἀφροδίτης γυνὴ γινομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω· ἀναστρέφον δὲ σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν ἑλκυσθεῖσα ἄνω τοῖς φιλήμασι. παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, περιπλοκαὶ δ᾽ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δ᾽ οὐδέν

help | vocabulary | text | translation | developer

translation

2.38

xxxxxxxxxx