2.38
Καὶ ὁ Μενέλαος, «Ἀλλὰ σύ μοι δοκεῖς,» ἔφη, «μὴ πρωτόπειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν· τοσαύτας ἡμῶν κατέχεας γυναικῶν περιεργίας. ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον. γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή· καί ἐστιν αὐτῆς τὸ κάλλος ἢ μύρων ἢ τριχῶν βαφῆς ἢ καὶ φιλημάτων· ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνωμένῳ τῶν τοῦ μύθου πτερῶν.
Τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὄσφραις οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς. ἔξεστι δὲ αὐτοῖς καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί, καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρότης σαρκῶν, ἀλλ᾽ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ. τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν οὐδὲ μαγγανεύει τοῖς χείλεσιν σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ τῆς φύσεως τὰ φιλήματα. αὕτη δὲ παιδὸς φιλήματος εἰκών· εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα ἂν ἔσχες τὰ φιλήματα. φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ᾽ ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις ἂν ὑφ᾽ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα.»